TLG 0243 001 :: CALLINUS :: Fragmenta

CALLINUS Eleg.
(Ephesius: 7 B.C.)

Fragmenta

Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 47–49.

frr. 1–2a, 4–5a

Citation: Fragment — (line)

1

μέχρις τ͜έο͜ κατάκεισθε; κότ’ ἄλκιμον ἕξετε θυμόν,
ὦ νέοι; οὐδ’ αἰδεῖσθ’ ἀμφιπερικτίονας ὧδε λίην μεθιέντες; ἐν εἰρήνηι δὲ δοκεῖτε
ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει
5.........
5
καί τις ἀποθνήσκων ὕστατ’ ἀκοντισάτω. τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι
γῆς πέρι καὶ παίδων κουριδίης τ’ ἀλόχου δυσμενέσιν· θάνατος δὲ τότ’ ἔσσεται, ὁππότε κεν δὴ
Μοῖραι ἐπικλώσως’. ἀλλά τις ἰθὺς ἴτω47
10ἔγχος ἀνασχόμενος καὶ ὑπ’ ἀσπίδος ἄλκιμον ἦτορ
ἔλσας, τὸ πρῶτον μειγνυμένου πολέμου. οὐ γάρ κως θάνατόν γε φυγεῖν εἱμαρμένον ἐστὶν
ἄνδρ’, οὐδ’ εἰ προγόνων ἦι γένος ἀθανάτων. πολλάκι δηϊοτῆτα φυγὼν καὶ δοῦπον ἀκόντων
15
ἔρχεται, ἐν δ’ οἴκωι μοῖρα κίχεν θανάτου, ἀλλ’ ὁ μὲν οὐκ ἔμπης δήμωι φίλος οὐδὲ ποθεινός·
τὸν δ’ ὀλίγος στενάχει καὶ μέγας ἤν τι πάθηι· λαῶι γὰρ σύμπαντι πόθος κρατερόφρονος ἀνδρὸς
θνήσκοντος, ζώων δ’ ἄξιος ἡμιθέων·
20ὥσπερ γάρ μιν πύργον ἐν ὀφθαλμοῖσιν ὁρῶσιν·
ἔρδει γὰρ πολλὼν ἄξια μοῦνος ἐών.

2

Σμυρναίους δ’ ἐλέησον,

2a

μνῆσαι δ’, εἴ κοτέ τοι μηρία καλὰ βοῶν
〈Σμυρναῖοι κατέκηαν〉.48

4

Τρήερας ἄνδρας ἄγων.

5a

νῦν δ’ ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν,49